Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.500 Joseph. BJ 5.507 (English) >>Joseph. BJ 5.514

5.504ἀρξάμενος δὲ ἀπὸ τῆς Ἀσσυρίων παρεμβολῆς, καθʼ ἣν αὐτὸς ἐστρατοπεδεύσατο, ἐπὶ τὴν κατωτέρω Καινόπολιν ἦγε τὸ τεῖχος, ἔνθεν διὰ τοῦ Κεδρῶνος ἐπὶ τὸ Ἐλαιῶν ὄρος· 5.505εἶτʼ ἀνακάμπτων κατὰ μεσημβρίαν περιλαμβάνει τὸ ὄρος ἄχρι τῆς Περιστερεῶνος καλουμένης πέτρας τόν τε ἑξῆς λόφον, ὃς ἐπίκειται τῇ κατὰ τὴν Σιλωὰμ φάραγγι, κἀκεῖθεν ἐκκλίνας πρὸς δύσιν εἰς τὴν τῆς πηγῆς κατῄει φάραγγα. 5.506μεθʼ ἣν ἀναβαίνων κατὰ τὸ Ἀνάνου τοῦ ἀρχιερέως μνημεῖον καὶ διαλαβὼν τὸ ὄρος, ἔνθα Πομπήιος ἐστρατοπεδεύσατο, πρὸς κλίμα βόρειον ἐπέστρεφε, 5.507καὶ προελθὼν μέχρι κώμης τινός, Ἐρεβίνθων οἶκος καλεῖται, καὶ μετʼ ἐκείνην τὸ Ἡρώδου μνημεῖον περισχὼν κατὰ ἀνατολὴν τῷ ἰδίῳ στρατοπέδῳ συνῆπτεν, ὅθεν ἤρξατο. 5.508τὸ μὲν οὖν τεῖχος ἑνὸς δέοντος τεσσαράκοντα σταδίων ἦν, ἔξωθεν δʼ αὐτῷ προσῳκοδομήθη τρισκαίδεκα φρούρια, καὶ τούτων οἱ κύκλοι δέκα συνηριθμοῦντο σταδίων. 5.509τρισὶ δʼ ᾠκοδομήθη τὸ πᾶν ἡμέραις, ὡς τὸ μὲν ἔργον μηνῶν εἶναι ἄξιον, τὸ τάχος δʼ ἡττᾶσθαι πίστεως. 5.510περικλείσας δὲ τῷ τείχει τὴν πόλιν καὶ δύναμιν τοῖς φρουρίοις ἐγκαταστήσας τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὴν δευτέραν δʼ ἐπέτρεψεν Ἀλεξάνδρῳ, τὴν τρίτην δʼ ἔλαχον οἱ τῶν ταγμάτων ἡγεμόνες. 5.511διεκληροῦντο δʼ οἱ φύλακες τοὺς ὕπνους, καὶ διʼ ὅλης νυκτὸς περιῄεσαν κατὰ διαστήματα τῶν φρουρίων.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.500 Joseph. BJ 5.507 (English) >>Joseph. BJ 5.514

Powered by PhiloLogic